Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.6 Joseph. AJ 19.11 (English) >>Joseph. AJ 19.16

19.9οὐ μὴν ἔπραξέν γε τῶν ἀρχιτεκτόνων φαμένων πρὸς Μέμμιον Ῥῆγλον, ὃς ἐπετέτακτο τῇ κινήσει τοῦ Διός, ἀπολεῖσθαι τοὖργον κινήσεως αὐτοῦ γενομένης. λέγεται δὲ Μέμμιον διὰ ταῦτα καὶ σημείων μειζόνων γενομένων, ὡς ἄν τινα μὴ πιστὰ ἡγεῖσθαι, ὑπερβαλέσθαι τὴν ἀναίρεσιν. 19.10καὶ γράφει τάδε πρὸς τὸν Γάιον ἐπʼ ἀπολογίᾳ τοῦ ἐκλιπεῖν ἀδιακόνητον τὴν ἐπιστολήν, ἀπολέσθαι τε ἐκ τούτων αὐτῷ κινδύνου γενομένου σώζεται φθάνοντος ἤδη Γαΐου τελευτῆσαι. 19.11

Εἰς τοῦτο δὲ προύβη τὸ μανικὸν αὐτῷ, ὥστε δὴ καὶ θυγατρὸς αὐτῷ γενομένης ἀνακομίσας ἐπὶ τὸ Καπετώλιον ἐπὶ τοῖς γόνασι κατατίθεται τοῦ ἀγάλματος, κοινὸν αὐτῷ τε καὶ τῷ Διὶ γεγονέναι τὸ τέκνον καὶ δύο χειροτονεῖν αὐτῆς πατέρας, ὁπότερον μείζονα φάμενος ἐν μέσῳ τε καταλιμπάνειν. 19.12καὶ τάδε ἠνείχοντο πράσσοντα αὐτὸν οἱ ἄνθρωποι. ἐπεχείρησε δὲ καὶ τοῖς οἰκέταις κατηγορίας ποιεῖσθαι τῶν δεσποτῶν ἐφʼ οἷστισιν ἐθελήσειαν ἐγκλήμασιν· δεινὰ γὰρ πάντα ἦν, ὁπόσα μέλλοι λέγεσθαι, διὰ τὸ χάριτί τε καὶ ὑπαγορεύσει τῇ ἐκείνου τὰ πολλὰ γίνεσθαι, 19.13ὥστε ἤδη καὶ Κλαυδίου ἐτόλμα ποιήσασθαι Πολυδεύκης δοῦλος κατηγορίαν, καὶ Γάιος ἠνείχετο κατὰ πατρῴου τοῦ αὐτοῦ δίκης θανάτου λεγομένης ἐπʼ ἀκροάσει συνελθεῖν ἐλπίδι τοῦ παραλαβεῖν δύναμιν ἀνελεῖν αὐτόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.6 Joseph. AJ 19.11 (English) >>Joseph. AJ 19.16

Powered by PhiloLogic